Προς Εβραίους επιστολή Παύλου (α΄ 10 – β΄ 3) [Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.]
Κατ' ἀρχάς, Σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.
Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν.
Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.
Απόδοση στη νεοελληνική:
Σὺ Κύριε εἰς τὴν ἀρχὴν τὴν γῆν ἐθεμελίωσες καὶ ἔργα τῶν χειρῶν σου εἶναι οἱ οὐρανοί. Αὐτοὶ θὰ καταστραφοῦν, ἀλλὰ σὺ παραμένεις· ὅλοι θὰ παληώσουν σὰν ἔνδυμα, σὰν μανδύαν θὰ τοὺς τυλίξῃς καὶ θὰ ἀλλαγοῦν. Σὺ ὅμως εἶσαι ὁ ἴδιος καὶ τὰ ἔτη σου δὲν θὰ τελειώσουν.
Σὲ ποιόν δὲ ἀπὸ τοὺς ἀγγέλους εἶπε ποτὲ ὁ Θεός, Κάθησε εἰς τὰ δεξιά μου, ἕως ὅτου κάνω τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδιῶν σου; Δὲν εἶναι ὅλοι πνεύματα ποὺ ὑπηρετοῦν καὶ ἀποστέλλονται δι’ ὑπηρεσίαν χάριν ἐκείνων, ποὺ μέλλουν νὰ κληρονομήσουν σωτηρίαν;
Διὰ τοῦτο πρέπει ἐμεῖς νὰ προσέχωμεν περισσότερον εἰς ὅσα ἀκούσαμε, μὴ τυχὸν ἀπομακρυνθοῦμε ἀπ' αὐτά.
Διότι, ἐὰν ὁ λόγος, ὁ ὁποῖος ἐκηρύχθηκε δι' ἀγγέλων, εἶχε κῦρος καὶ κάθε παράβασις καὶ παρακοὴ ἔλαβε δικαίαν ἀνταπόδοσιν, πῶς θὰ ξεφύγωμεν ἐμεῖς, ἐὰν δείξωμεν ἀμέλειαν διὰ μίαν τόσον μεγάλην σωτηρίαν; Ἡ σωτηρία αὐτὴ ἄρχισε νὰ κηρύττεται ἀπὸ τὸν Κύριον, ἔπειτα μᾶς ἐβεβαιώθηκε ἀπὸ ἐκείνους ποὺ τὴν ἄκουσαν.